Κυριακή, 3 Μαρτίου 2019

Κυριακή των Απόκρεω. Η Μέλλουσα Κρίση. Αρχιμ Επιφάνιος Χατζηγιάγκου, Φλώρινα. 2019


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 31 - 46
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. 

Δεν υπάρχουν σχόλια:

Διευκρίνηση - Sqarim

Διευκρίνηση- Προς τους αναγνώστες μας

Τα κείμενα και το υλικό, που παρουσιάζει η ιστοσελίδα μας έχουν πηγή τα διάφορα βιβλία και το διαδίκτυο. Αυτά παρουσιάζονται και πολλά μεταφράζονται για να προσφέρουν στους αναγνώστες πνευματική τροφή μέσα από τα κείμενα ορθόδοξης πνευματικότητας αλλά και τροφή για σκέψη και προβληματισμό μέσα από ιστορικά, πολιτιστικά, πολιτικά δεδομένα που παρουσιάζονται για πρώτη φορά. Υπάρχουν και κείμενα που δεν συμφωνούμε απόλυτα αλλά τα δημοσιεύουμε προς χάρη της αλήθειας, της ελευθερίας του λόγου, του δικαιώματος της έκφρασης της διαφορετικής άποψης. Σε καμία όμως περίπτωση δεν θέλουμε να σπείρουμε μίσος μεταξύ ατόμων, λαών και κρατών. Εμείς πιστεύουμε στην αγάπη και όχι στο μίσος, η αλήθεια όμως πονάει αλλά σώζει.

Sqarim - Për lexuesit tanë.

Tekstet dhe materialet që paraqet faqja jonë, kanë si burim librat dhe rrjetin e internetit. Ato paraqiten dhe shumë përkthehen që t'iu sjellin lexuesve një ushqim shpirtëror nëpërmjet teksteve të spiritualtitet Orthodhoks dhe një ushqim për mendjen dhe pikëpyetje të ndryshme nëpërmjet materialeve historike, kulturore dhe politke që prezantohen për herë të parë. Ka dhe tekste që me të cilat nuk jemi plotësisht dakort por i publikojmë për hir të së vërtetës, të drejtës së lirisë së fjalës dhe të shprehjes së opinionit ndryshe. POR, NË ASNJË RAST nuk dëshirojmë që të mbjellim urrejtje ndër njerëzit, popujt apo shtetet. Ne besojmë tek dashuria, bashkjetesa dhe në asnjë rast tek urrejtja por, e vërteta shumë herë shkakëton dhimbje por të shpëton ndërsa ai që urren në fillim shkatërron veten e tij.